Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.244 Joseph. AJ 16.250 (English) >>Joseph. AJ 16.254

16.248αὐτός τε ὅταν μὲν ἅμα περιπατῶν συστέλλειν αὑτὸν καὶ καθαιρεῖν ὡς μὴ μείζων ὁρᾶσθαι, τοξεύων δὲ ἐν τοῖς κυνηγεσίοις ἐκείνου παρόντος ἀπὸ σκοποῦ ῥίπτειν· τὴν γὰρ φιλοτιμίαν εἰδέναι τοῦ γεγεννηκότος τούτων εὐδοκιμούντων. 16.249βασανιζομένῳ τῷ τε λόγῳ καὶ προσγινομένης ἀνέσεως τῷ σώματι προσετίθει δʼ ὅτι καὶ συνεργὸν ἔχων τὸν ἀδελφὸν Ἀριστόβουλον ἐν κυνηγεσίῳ λοχήσας φεύγειν εἰς Ῥώμην, ἐπειδὰν τοῦτʼ αὐτῷ πραχθῇ, τὴν βασιλείαν αἰτησόμενος. 16.250εὑρέθη δὲ καὶ γράμματα τοῦ νεανίσκου πρὸς τὸν ἀδελφόν, ἐν οἷς ἐμέμφετο τὸν πατέρα μὴ δίκαια ποιεῖν, Ἀντιπάτρῳ χώραν ἀπονέμοντα πρόσοδον διακοσίων ταλάντων φέρουσαν. 16.251ἐπὶ τούτοις εὐθὺς μὲν ἔδοξέν τι πιστὸν ἔχειν Ἡρώδης, ὡς ᾤετο, κατὰ τῆς τῶν παίδων ὑποψίας καὶ συλλαβὼν ἔδησεν τὸν Ἀλέξανδρον. αὖθις δὲ οὐκ ἀνίει χαλεπὸς ὤν, τὰ μὲν οὐδʼ οἷς ἤκουσεν ἄγαν πεπιστευκώς· ἀναλογιζομένῳ γὰρ ἄξιον μὲν ἐπιβουλῆς ἐξ αὐτῶν οὐδὲν ἐφαίνετο, μέμψεις δὲ καὶ νεανικαὶ φιλοτιμίαι, καὶ τὸ κτείναντα φανερῶς εἰς τὴν Ῥώμην ὁρμᾶν ἀπίθανον. 16.252ἠξίου δὲ καὶ μεῖζόν τι λαβεῖν τῆς περὶ τὸν υἱὸν παρανομίας τεκμήριον καὶ φιλόνεικος ἦν μὴ δόξαι προπετῶς τὰ δεσμὰ κατεγνωκέναι. τῶν τε φίλων τῶν Ἀλεξάνδρου βασανίζων τοὺς ἐν τέλει διέφθειρεν αὐτῶν οὐκ ὀλίγους οὐδὲν εἰπόντας ὧν ἐκεῖνος ᾤετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.244 Joseph. AJ 16.250 (English) >>Joseph. AJ 16.254

Powered by PhiloLogic